Aesopos en Heracleitos zijn mijn lievelingen onder de Oude Grieken. Hier de ‘fragmenten’ van Heracleitos met een verzameling vertalingen ervan.
Apart te raadplegen op https://herakleitos.wordpress.com/
klik op een fragment voor vertalingen / lezingen
Diels-Kranz 22 A
Diels-Kranz 22 B
- B1 – τοῦ δὲ λόγου τοῦδ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται
- B2 – τοῦ λόγου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν
- B3 – [περὶ μεγέθους ἡλίου] εὖρος ποδὸς ἀνθρωπείου
- B4 – Si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant orobum ad comedendum
- B5 – καθαίρονται δ’ ἄλλως αἵματι μιαινόμενοι, ὁκοῖον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοιτο· μαίνεσθαι δ’ ἂν δοκέοι εἴ τις μιν ἀνθρώπων ἐπιθράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ’ ἥρωας οἵτινές εἰσι
- B6 – ὁ ἥλιος νέος ἐφ’ ἡμέρῃ ἐστίν
- B7 – εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν
- B8 – τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ’ ἔριν γίνεσθαι
- B9 – ὄνους σύρματ᾽ ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν
- B10 – συνάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα
- B11 – πᾶν γὰρ ἑρπετὸν (θεοῦ) πληγῇ νέμεται
- B12 – ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται
- B13 – ὕες βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι
- B14a – νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις
- B14b – τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυενται
- ·B15 – εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ’ ἄν· ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν
- B16 – τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι
- B17 – οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκοίσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι
- B18 – ἐὰν μὴ ἔλπηται, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον
- B19 – ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν
- B20 – γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι
- B21 – θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος
- B22 – χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον
- B23 – Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν
- B24 – ἀρηϊφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι
- B25 – μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι
- B26 – ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσϐεσθείς [ὄψεις], ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, [ἀποσϐεσθεὶς ὄψεις], ἐγρηγορὼς ἅπτεται εὕδοντος
- B27 – ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
- B28 – δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη κατὰλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας.
- B29 – αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.
- B30 – κόσμον (τόνδε), τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν, οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ᾽ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσϐεννύμενον μέτρα.
- B31 – πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. (γῆ) θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.
- B32 – ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα
- B33 – νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.
- B34 – ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι.
- B35 – χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας [φιλοσόφους ἄνδρας] εἶναι
- B36 – ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
- B37 – sues caeno, cohortales aves pulvere vel cinere lavari
- B38 – δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι … μαρτυρεῖ δ᾽ αὐτὸ καὶ Ἡράκλειτος καὶ Δημόκριτος
- B39 – ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων.
- B40 – πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτις τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον.
- B41 – εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυϐέρνησε πάντα διὰ πάντων.
- B42 – τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκϐάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχον ὁμοίως.
- B43 – ὕϐριν χρὴ σϐεννύναι μᾶλλον ἢ πυρκαϊήν
- B44 – μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος.
- B45 – ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.
- B46 -τήν τε οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι.
- B47 – μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα
- B48 -τῷ οὖν τόξῳ ὄνομα βίος, ἔργον δὲ θάνατος.
- B49 – εἷς ἐμοὶ μύριοι, (ἐὰν ἄριστος ᾖ.)
- B50 – οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναί
- B51 – οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.
- B52 – αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη.
- B53 -Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.
- B54 – ἁρμονίη ἀφανὴς φανερῆς κρείττων.
- B55 – ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.
- B56 – ἐξηπάτηνται, (φησίν) οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάϐομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾽ ἐλάϐομεν, ταῦτα φέρομεν.
- B57 – διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν.
- B58 – οἱ γοῦν ἰατροί, (φησίν ὁ Ἡ.,) τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμϐάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργαζόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους.
- B59 –γναφείῳ ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστί, καὶ ἡ αὐτή.
- B60 – ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή
- B61 – θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.
- B62 – ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.
- B63 – νθα δ᾽ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν
- B64 – τὰ δὲ πάντα οἰακίζει κεραυνός
- B65 – χρησμοσύνην καὶ κόρον
- B66 – πάντα [γάρ, φησί,] τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.
- B67 – ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός (τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς), ἀλλοιοῦται δὲ ὅκωσπερ (πῦρ), ὁπόταν συμμιγῇ θυώμασιν ὀνομάζεται καθ΄ ἡδονὴν ἑκάστου.
- B67a – sicut aranea stans in medio telae sentit quam cito musca aUquem filum suum corrumpit itaque muc celeriter currit quasi de fili persectione dolens, sic hominis anima aliqua parte corporis laesa illuc festine meat quasi impatiens laesionis corporis cui firme et proportionliter juncta est.
- B68 – ἄκεα
- B69 – τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ΄ ἑνὸς ἄν ποτε γένοιτο σπανίως,
- B70 – πόσῳ δὴ οὖν βέλτιον Ἡ. παίδων ἀθύρματα νενόμικεν εἶναι τὰ ἀνθρώπινα δοξάσματα.
- B71 – [μεμνῆσθαι δὲ καὶ] τοῦ ἐπιλανθανομένου ᾗ ἡ ὁδὸς ἄγει.
- B72 – ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγῳ τῷ τὰ ὅλα διοικοῦντι, τούτῳ διὰφέρονται, καὶ οἷς καθ΄ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται.
- B73 – οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν· [καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν.]
- B74 *- οὐ δεῖ (ὡς) παῖδας τοκεών, [ὧν τοῦτ᾿ ἔστι κατὰ ψιλόν· καθότι παρειλήφαμεν. ]
- B75 – τοὺς καθεύδοντας οἶμαι ὁ Ἡ. ἐργάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων.
- B76 – γῆς θάνατος ὕδωρ γενέσθαι καὶ ὕδατος θάνατος ἀέρα γενέσθαι καὶ ἀέρος πῦρ [καὶ ἔμπαλιν]
- B77a – ψυχῇσι φάναι τέρψιν ἢ θάνατονὑγρῇσι γενέσθαιν, τέρψιν δὲ εἶναι αὐταῖς τὴν εἰς γένεσιν πτῶσιν
- B77b – ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν ἐκείνας τὸν ἡμέτερον θάνατον.
- B78 – ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.
- B79 – ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.
- B80 – εἰδέ<ναι> δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ’ ἔριν καὶ χρεώ(ν)(μενα) (?)
- B81a – κοπίδων ἀρχηχός.
- B82 – πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμϐάλλειν.
- B83 – ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν.
- B84a – μεταβάλλον ἀναπαύεται
- B84b – κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι
- B85 – θυμῷ μάχεσθαι χαλεπόν· ὅτι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται.
- B86 – ἀπιστίῃ διαφυγγάνει μὴ γιγνώσκεσθαι.
- B87 – βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ.
- B88 – ταὐτό τ’ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ [τὸ] ἐγρηγορὸς καὶ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα
- B89 – τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιονἀποστρέφεσθαι.
- B90 – πυρός τε ἀνταμοιϐὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.
- B91 – ποταμῷ γὰρ οὐκ ἔστιν ἐμϐῆναι δὶς τῷ αὐτῷ
- B92 – Σίϐυλλα δὲ μαινομένῳ στόματι καθ΄ Ἡράκλειτον ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.
- B93 – ὁ ἄναξ οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς,οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.
- B94 – Ἥλιος γὰρ οὐχ ὑπερϐήσεται [τὰ] μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.
- B95 – ἀμαθίην γὰρ ἄμεινον κρύπτειν,
- B96 – νέκυες γὰρ κοπρίων ἐκϐλητότεροι.
- B97 – κύνες γὰρ καὶ βαΰζουσινὃν, ἂν μὴ γινώσκωσι
- B98 – αἱ ψυχαὶ ὀσμῶνται καθ΄ Ἅιδην.
- B99 – εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν
- B100 – ὁ ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραϐεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταϐολὰς καὶ ὥρας αἳ πάντα φέρουσι
- B101 – ἐδιζησάμην ἐμεωυτόν.
- B101a – ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριϐέστεροι μάρτυρες
- B102 – τῷ μὲν θεῷ καλά πάντα καὶ ἀγαθὰ καὶ δὶκαια, ἄνθρωποι δὲ ἅ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.
- B103 – ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας
- B104 – τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλῳ χρείωνται ὁμίλῳ οὐκ εἰδότες ὅτι οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί .
- B105 – ἀστρολόγον φησὶτὸν Ὅμὴρον
- B106 – ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι
- B107 – κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρϐάρους ψυχὰς ἐχόντων.
- B108 – ὁκόσων λόγους ἤκουσα,οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.
- B109 – κρύπτειν ἀμαθίην κρέσσον
- B110 – ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον
- B111 – νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ, κακὸν ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.
- B112 – σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐοντας.
- B113 – ξυνόν ἐστι πᾶσι τὸ φρονέειν.
- B114 – ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὃκωσπερ νόμῳ πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περὶγίνεται.
- B115 – ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων.
- B116 – ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ φρονεῖν.
- B117 – ἀνὴρ ὁκόταν μεθυσθῇ, ἄγεται ὑπὸ παδὸς ἀνήϐου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρήντὴν ψυχὴς ἔχων.
- B118 – αὔ[γ]η ψυχὴ σοφωτάτη καὶ ἀρίστη.
- B119 – ἦθος ἀνθρώπῳ δαίμων
- B120 – ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.
- B121 – ἄξιον Ἐφεσίοις ἡϐηδὸν ἀπάγξασθαι (πᾶσι καὶ τοῖς ἀνήϐοις τὴν πόλιν καταλιπεῖν), οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέϐαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ΄ἄλλων
- B122 – ἀγχιϐατεῖν / ἀμφισϐατεῖν : ἀγχιϐασίην Ἡράκλειτος.
- B123 – φύσις κρύπτεσθαι φιλεῖ
- B124 – σάρμα εἰκῆ κεχυμένον ὁ κάλλιστος
- B125 – καὶ ὁ κυκεὼν διίσταται (μὴ) κινούμενος.
- B126 – τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.
- B127 – ὁ αὑτὸς πρὸς Αἰγυπτίους ἔφη· εἰ θεοί εἰσιν, ἵνα τί θρηνεῖτε αὐτούς; εἰ δὲ θρηνεῖτε αὐτούς, μηκέτι τούτους ἡγεῖσθε θεούς.
- B128 – δαιμόνων ἀγάλμασιν εὔχονται οὐκ ἀκούουσιν, ὥσπερ <εί> ἀκούοιεν, οὐκ ἀποδιδοῦσιν, ὥσπερ <εί> οὐκ ἀπαιτοῖεν.
- B129 – Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑωυτοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην.
- B130 – non convenit ridiculum esse ita, ut ridiculus ipse videaris.
- B131 – ὁ δὲ γε Ἡ. ἔλεγε τὴν οἴησιν προκοπῆς ἐγκοπήν.
- B132 – τιμαὶ θεοὺς καὶ ἀνθρώπους καταδουλοῦνται.
- B133 – ἄνθρωποι κακοὶ ἀληθινῶν ἀντίδικοι
- B134 – τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμένοις.
- B135 – συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν.
- B136 – Ἡρακλείτου· ψυχαὶ ἀρηίφατοι καθερώπεραι ἢ ἐνὶ νούσοις.
- B137 – ἔστι γὰρ εἱμαρμένα πάντως . . .
- B138 – ποίην τις βιότοιο τάμοι τρίϐον;
- B139 – Ἐπει δὴ φασί τινες εἰς ἀρχὰς κεῖσθαι […]ἐθέλει ὁ ποιήσας αὐτόν.
Mansfeld